Μελάμπους: "Περί ελαιών του σώματος" (αρχαίο κείμενο)

(Η αναπαραγωγή του κειμένου βασίζεται στην έκδοσή του Johann G. Franz: "Scriptores Physiognomiae Veteres" [1780], σελ. 501-508.)


Μελάμποδος ἱερογραμματέως,
Περὶ ἐλαιῶν τοῦ σώματος μαντικὴ πρὸς Πτολεμαῖον βασιλέα.


Ἐὰν ἐστὶν (ἐλαία) εἰς τὸ μέτωπον τοῦ ἀνδρὸς, πολλῶν ἀγαθῶν ἔσται κύριος. Εἰ δὲ εἰς τὸ μέτωπον τῆς γυναικὸς, ἡ γυνὴ βασιλεύσει, ἤ μεγίστη ἔσται.

Ἐὰν ἔξω τῶν ὀφρύων τοῦ ἀνδρὸς, λαμβάνει γυναῖκα ἀγαθὴν, καὶ εὔμορφον· εἰ δὲ γυναικὸς, καὶ ἔστιν ἡ χροιὰ αὐτῆς πυῤῥὰ, λαμβάνει ἄνδρα πλούσιον, καὶ εὔμορφον. Εἰ δὲ ἐπὶ τῶν ὀφρύων τοῦ ἀνδρὸς, οὐ δεῖ συζυγῆναι αὐτὸν, ὅτι πέντε γυναῖκες ἀνὴρ γενήσεται. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γυναικός.

Ἐὰν ᾖ εἰς τὴν ῥίνα τοῦ ἀνδρὸς, καὶ ἡ χροιὰ αὐτοῦ ἔσται πυῤῥὰ, ἀκόρεστος ἔσται τῆς συνουσίας, ὅτε καὶ εἰς τὸ κρυπτὸν ἔχει ἐλαίαν. Ἐὰν ᾖ εἰς τὴν ῥίνα ἤ εἰς τὸν ὀφθαλμὸν τῆς γυναικὸς, ὁμοίως ἀποβήσεται τῷ ἀνδρὶ, ὅτι καὶ αὐτὴ εἰς τὸ κρυπτὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸ πλάγιον τῆς ῥινὸς τοῦ ἀνδρὸς, ξενιτεύσει ἀπὸ χώρας εἰς χώραν. Ἐπὶ δὲ γυναικὸς, κακοποδίνα γενήσεται, ὅτι καὶ εἰς κρυπτὸν ἐλαίαν ἔχει.

Ἐὰν εἰς τὸ μάγουλον τοῦ ἀνδρὸς, πλούσιος γενήσεται. Ἐπὶ δὲ γυναικὸς, ἐὰν εἰς τὸ κάτω μέρος τοῦ σιαγόνος, ἐμπαθὴς ἔσται, ὅτι καὶ εἰς τὸ ὑπογάστριον ἔχει.

Ἐὰν εἰς τὴν γλῶσσαν τοῦ ἀνδρὸς, λήψεται γυναῖκα πλουσίαν, καὶ καλήν.

Ἐὰν εἰς τὰ χείλη τοῦ ἀνδρὸς ἐλαία ᾖ, πολύφαγος ἔσται. Ὁμοίως καὶ ἐπὶ γυναικῶν.

Ἐὰν εἰς τὸν πώγωνα ἔχει ὁ ἀνὴρ ἐλαίαν, πλούσιος ἔσται χρυσίῳ καὶ ἀργυρίῳ. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν σπλῆνα ἔχει.

Ἐὰν εἰς τὰ ὦτα ἔχει ὁ ἀνὴρ, πλούσιος καὶ εὐλογημένος ἔσται. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν μηρὸν ἐλαίαν ἔχει.

Ἐὰν εἰς τὸν τράχηλον ἔχει ὁ ἀνὴρ, πλούσιος ἔσται σφόδρα. Ὁμοίως καὶ ἐπὶ γυναικὸς.

Ἐὰν εἰς τὸν αὐχένα ἔχει ὀπίσω ὁ ἀνὴρ, ἀποκεφαλίζεται.

Ὲὰν εἰς τὰς ψύας, πτωχὸς ἔσται καὶ ἀτυχὴς βαστάζων γένους. Ἐπὶ γυναικὸς ὁμοίως.

Ἐάν εἰς τοὺς ὤμους, δέσμιος ἔσται, καὶ θλιβόμενος.

Ἐὰν εἰς τὴν μάλην, λήψεται γυναῖκα πλουσίαν καὶ καλὴν. Καὶ ἡ γυνὴ ὁμοίως.

Ἐὰν εἰς τὰς χεῖρας, πολύτεκνος ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως.

Ἐὰν εἰς τὸ στῆθος, πένης ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως.

Ἐὰν ἐπάνω τῆς καρδίας, πολυπόνηρος ἔσται. Τῇ δὲ γυναικὶ τοῦτο συμβαίνει, ὅταν εἰς τὸν μαστὸν ἐλαίαν ἔχει.

Ἐὰν εἰς τὴν κοιλίαν, φάγοι ἀμφότεροι ἔσονται.

Ἐὰν εἰς τὸν σπλῆνα, ἐμπαθεῖς καὶ ἐπίνοσοι.

Ἐὰν εἰς τὸ ὑπογάστριον, ἐμπαθεῖς ἔσονται.

Ἐὰν εἰς τὸ κρυπτὸν, ἄπληστοι ἔσονται ὑπὸ τῆς συνουσίας.

Ἐὰν εἰς τὸ φυσικὸν, ὁ μὲν ἀνὴρ ἀῤῥενόγυρος ἔσται· ἡ δὲ γυνὴ τοὐναντίον.

Ἐὰν εἰς τὸν μηρὸν, πλούσιοι ἔσονται.

Ἐὰν εἰς τὰ γόνατα, λήψεται γυναῖκα πλουσίαν. Ἡ δὲ γυνὴ, εἰ μὲν εἰς τὸ δεξιὸν γόνυ, ἀγαθὴ ἔσται· εἰ δὲ εἰς τὸ ἀριστερὸν, πολύτεκνος ἔσται.

Ἐὰν εἰς τὸν ἀστράγαλον, ὁ ἀνὴρ (τὴν γυναῖκα) ἀπρόσωπον ποιεῖ ἀπὸ τῆς χιτωνίας· ἡ δὲ γυνὴ, τὸν ἄνδρα ἀπὸ τῆς ἐξουσίας.

Ἐὰν δὲ εἰς τοὺς πόδας ἔχουσιν ἐλαίαν, πολύτεκνοι ἔσονται.

Σημείωσαι οὖν τὸ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· ἐὰν ᾖ ἡ ἐλαία εἰς τὰ δεξιὰ μέρη, πλούσιοι καὶ ἀγαθοὶ πάντων γενήσονται· εἰ δὲ εἰς τὰ εὐώνυμα, ἐμπαθεῖς καὶ πτωχοὶ ἔσονται.

(Ψηφιοποίηση κειμένου: Χρήστος Μπελόπουλος)

Δεν υπάρχουν σχόλια:

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *